Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.4 Joseph. AJ 16.10 (English) >>Joseph. AJ 16.14

16.8ἐπίφθονοί τε εὐθέως ἐδόκουν Σαλώμῃ τε τῇ τοῦ βασιλέως ἀδελφῇ καὶ τοῖς Μαριάμμην ταῖς διαβολαῖς κατηγωνισμένοις· οὗτοι γὰρ ᾤοντο δυναστευόντων αὐτῶν δίκην δώσειν τῶν εἰς τὴν μητέρα τὴν ἐκείνων παρανομηθέντων. 16.9τὴν αὐτὴν οὖν ταύτην ὑπόθεσιν τοῦ δέους εἰς τὴν κατʼ ἐκείνων διαβολὴν μετέφερον λογοποιοῦντες οὐ καθʼ ἡδονὰς συνεῖναι τῷ πατρὶ διὰ τὸν τῆς μητρὸς θάνατον, ὡς μηδὲ ὅσιον εἶναι δοκεῖν ἐπὶ ταὐτὸν συνιέναι τῷ τῆς τεκούσης φονεῖ· 16.10ταῦτα γὰρ ἀπὸ τῆς ἀληθείας ἐπὶ τὸ πιθανὸν τῆς αἰτίας φέροντες κακοῦν ἐδύναντο καὶ τῆς εὐνοίας ἧς εἶχεν εἰς τοὺς παῖδας ἀφαιρεῖν· οὐδὲ γὰρ πρὸς αὐτὸν ἄντικρυς ἔλεγον, ἀλλʼ εἰς τὸ λοιπὸν πλῆθος ἐσκόρπιζον τοὺς τοιούτους λόγους· ἐξ οὗ πρὸς τὸν Ἡρώδην ἀναφερομένων ὑποκατεσκευάζετο μῖσος οὐδʼ αὐτῇ τῇ φύσει χρόνῳ νικώμενον. 16.11ἐν μέντοι τῷ τότε πάσης ὑποψίας καὶ διαβολῆς μείζονι χρώμενος βασιλεὺς τῇ τοῦ γεγεννηκέναι φιλοστοργίᾳ καὶ τιμῆς ἧς ἔδει μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερενίκην, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως Γλαφύραν. 16.12

Ταῦτα διοικήσας, ἐπειδὴ καὶ Μᾶρκον Ἀγρίππαν ἐπύθετο καταπεπλευκέναι πάλιν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἀσίαν, ἐπειχθεὶς πρὸς αὐτὸν ἠξίωσεν εἴς τε τὴν βασιλείαν αὐτοῦ παρελθεῖν καὶ τυχεῖν ὧν ἔδει παρὰ ἀνδρὸς ξένου καὶ φίλου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.4 Joseph. AJ 16.10 (English) >>Joseph. AJ 16.14

Powered by PhiloLogic